addthis

Σάββατο 16 Δεκεμβρίου 2017

PSALM 114 ΨΑΛΜΟΣ ΡΙΔ' [Ο'] [SEPTUAGINT] [AUDIO TEXT]



📘☦️ Αγία Γραφή Ψαλμός Δαυΐδ 114 https://photomihalis.blogspot.gr/2017/12/psalm-114-septuagint-audio-text_16.html …
᾿Αλληλούϊα.
ΗΓΑΠΗΣΑ, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου, 2 ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. 3 περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με· θλῖψιν καὶ ὀδύνην εὗρον, 4 καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην· ὦ Κύριε, ρῦσαι τὴν ψυχήν μου. 5 ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. 6 φυλάσσων τὰ νήπια ὁ Κύριος· ἐταπεινώθην, καὶ ἔσωσέ με. 7 ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε, 8 ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. 9 εὐαρεστήσω ἐνώπιον Κυρίου, ἐν χώρᾳ ζώντων

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου