addthis

Τρίτη 12 Δεκεμβρίου 2017

Η ΑΓΡΥΠΝΙΑ ΣΤΗΝ ΙΕΡΑ ΜΟΝΗ ΧΟΖΕΒΑ ΓΙΑ ΤΗΝ ΕΟΡΤΗ ΑΓΙΩΝ ΓΕΩΡΓΙΟΥ

45. ΓΙΑΤΙ ΑΥΤΟΝΟΜΟΥΜΕ ΤΑ ΔΙΑΚΟΝΗΜΑΤΑ ΜΑΣ;

Η ΧΡΙΣΤΙΑΝΙΚΗ ΘΕΩΡΗΣΗ ΤΩΝ ΘΛΙΨΕΩΝ ΚΑΙ ΤΟΥ ΠΟΝΟΥ -Π. ΙΓΝΑΤΙΟΥ

Δεν χρωστάς μιαν ευγνωμοσύνην προς τον Θεόν;

ΠΑΡΑΚΛΗΣΗ ΣΤΗ ΠΑΝΑΓΙΑ ΓΟΡΓΟΥΠΗΚΟΟ ΑΠΟ ΠΑΤΕΡΕΣ Ι Μ ΔΟΧΕΙΑΡΙΟΥ

Ο ΔΙΑΒΟΛΟΣ ΣΤΟ ΜΥΑΛΟ- Π. ΝΙΚΩΝ ΝΕΟΣΚΗΤΙΩΤΗΣ

ΤΟ ΤΑΛΑΝΤΟ ΓΙΑ ΤΟΝ ΕΣΠΕΡΙΝΟ ΧΤΥΠΑ Ο Π. ΠΡΟΔΡΟΜΟΣ ΑΠΟ ΤΗΝ Ι. ΣΚ. ΑΓΙΟΥ ΑΝ...

ΤΟ ΙΕΡΟ ΜΥΣΤΗΡΙΟ ΤΟΥ ΓΑΜΟΥ- Π. ΘΕΜΙΣΤΟΚΛΗ ΧΡΙΣΤΟΔΟΥΛΟΥ

Άγ. Γέροντας. Πετούσε σε όποιο σημείο της γης ήθελε.

O Π. ΚΩΝΣΤΑΝΤΙΝΟΣ ΗΓΟΥΜΕΝΟΣ ΤΗΣ Ι. Μ. ΧΟΖΕΒΑ ΔΙΗΓΕΙΤΑΙ

ΛΟΓΟΙ ΠΕΡΙ ΚΑΤΑΡΑΣ & ΑΔΙΚΙΑΣ ΑΓ.ΓΕΡ. ΠΑΙΣΙΟΥ

ΡΕΝΟΣ ΑΠΟΣΤΟΛΙΔΗΣ - ΑΦΟΡΙΣΜΟΣ ΚΑΖΑΝΤΖΑΚΗ.mp4

ΑΓΝΗ ΠΑΡΘΕΝΕ ΔΕΣΠΟΙΝΑ . Μονής Βαλαάμ.

ΓΕΡΩΝ ΠΑΪΣΙΟΣ-ΓΑΜΟΣ Η ΜΟΝΑΧΙΚΗ ΖΩΗ;

Ο Σκοπός του μοναχισμού

Μονή Αγίου Νικολάου Άνω Βάθειας

Οδοιπορικό στην Ιερά Μονή Αγίου Νικολάου Καλτεζών Αρκαδίας

"ΚΑΖΑΝΤΖΑΚΗΣ" ΠΑΤΗΡ ΣΑΒΒΑΣ ΑΧΙΛΛΕΩΣ

Ἡ Θεία Χάρις καί πῶς θά τήν λάβουμε. Ἅγιος Σιλουανός. 36ο. 04-10-2015

Η ΧΑΡΙΣ ΤΟΥ ΘΕΟΥ- Π. ΕΛΙΣΣΑΙΟΥ ΣΙΜΩΝΟΠΕΤΡΙΤΗ

ΜΕΓΑΛΟΣΧΗΜΗ ΣΥΓΚΛΗΤΙΚΗ ΜΟΝΗΣ ΚΕΡΝΙΤΣΑΣ

ΙΕΡΑ ΜΟΝΗ ΑΓ. ΤΡΙΑΔΟΣ - ΤΟ ΜΟΝΑΣΤΗΡΙ ΤΗΣ ΜΟΥΣΙΚΗΣ

Εκκλησίες και μοναστήρια στο Αιγαίο Β΄

1ο ΙΕΡΑ ΜΟΝΗ ΠΑΜΜΕΓΙΣΤΩΝ ΤΑΞΙΑΡΧΩΝ

Χερουβικόν "Άγια" - Γιώργος Φανάρας - Αρχιμ. Παύλος Ιωσηφίδης

Ορατόριο Χαρ. Ταλιαδώρου

Christ is Born - Χριστός Γεννάται - Xristos Genate - All Odes - 1st Tone

Δοξαστικό Εσπερινού Κοιμήσεως Θεοτόκου

Ψαλμός 135 Θεόδωρος Βασιλικός Psalm 135 Vasilikos.

PSALM 138 ΨΑΛΜΟΣ ΡΛΗ' [Ο'] [SEPTUAGINT] [AUDIO TEXT]


📘☦️ Αγία Γραφή Ψαλμός Δαυΐδ.138

Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ.
ΚΥΡΙΕ, ἐδοκίμασάς με, καὶ ἔγνως με· 2 σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου, σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν· 3 τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας καὶ πάσας τὰς ὁδούς μου προεῖδες, 4 ὅτι οὐκ ἔστι δόλος ἐν γλώσσῃ μου. 5 ἰδού, Κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα· σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου. 6 ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. 7 ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; 8 ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ, ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· 9 ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ᾿ ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, 10 καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. 11 καὶ εἶπα· ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου· 12 ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς. 13 ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, Κύριε, ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου. 14 ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα. 15 οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ, καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς· 16 τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέρας πλασθήσονται καὶ οὐθεὶς ἐν αὐτοῖς. 17 ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν· 18 ἐξαριθμήσομαι αὐτούς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται· ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σοῦ. 19 ἐὰν ἀποκτείνῃς ἁμαρτωλούς, ὁ Θεός, ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ᾿ ἐμοῦ, 20 ὅτι ἐρισταί ἐστε εἰς διαλογισμούς· λήψονται εἰς ματαιότητα τὰς πόλεις σου. 21 οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην; 22 τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι. 23 δοκίμασόν με, ὁ Θεός, καὶ γνῶθι τὴν καρδίαν μου, ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου. 24 καὶ ἴδε εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ.

Psalm 138

PSALM 28 ΨΑΛΜΟΣ ΚΗ' [Ο'] [SEPTUAGINT] [AUDIO TEXT]

📘☦️ Αγία Γραφή .Ψαλμὸς Δαυΐδ· 28 Ψαλμὸς τῷ Δαυΐδ· ἐξοδίου σκηνῆς ΕΝΕΓΚΑΤΕ τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν, 2 ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ, προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. 3 φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξης ἐβρόντησε, Κύριος ἐπὶ ὑδάτων πολλῶν. 4 φωνὴ Κυρίου ἐν ἰσχύϊ, φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ. 5 φωνὴ Κυρίου συντρίβοντος κέδρους, καὶ συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου 6 καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον, καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. 7 φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός, 8 φωνὴ Κυρίου συσσείοντος ἔρημον καὶ συσσείσει Κύριος τὴν ἔρημον Κάδης. 9 φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους, καὶ ἀποκαλύψει δρυμούς· καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. 10 Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ, καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα. 11 Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει, Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ.

ΠΑΤΗΡ ΕΠΙΦΑΝΙΟΣ ΘΕΟΔΩΡΟΠΟΥΛΟΣ - ΑΠΟ ΤΟ ΒΙΒΛΙΟ ΤΟΥ ΠΑΤΡΟΣ ΙΩΑΝΝΟΥ ΚΩΣΤΩΦ ...

Ευλογήσω τον Κύριον -Ψαλμός ΛΓ΄. 33

Καταβασίες Χριστουγέννων Ευγένιος Χαρδαβέλλας

ΚΑΤΑΒΑΣΙΕΣ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ XRISTOYGENNA Kabarnos Νικόδημος

Παρακλητικός Κανών Παναγίας Γλυκοφιλούσας (Άγιον Όρος)

ΠΕΡΙ ΘΕΟΕΓΚΑΤΑΛΗΨΕΩΣ . .ΜΟΝΑΧΟΣ Π. ΛΟΥΚΑΣ Ι.Μ. ΦΙΛΟΘΕΟΥ. ΔΗΜΗΤΡΙΑ2016

Ομιλία του Γέροντα π. Λουκά από την Ι.Μ. Φιλοθέου Αγίου Όρους

Απολυτίκιον: Άγιοι Σαράντα Μάρτυρες που μαρτύρησαν στη Σεβάστεια

ΠΝΕΥΜΑΤΙΚΕΣ ΣΥΜΒΟΥΛΕΣ ΜΕ ΒΑΣΗ ΤΟΝ ΑΒ. ΙΣΑΑΚ ΤΟ ΣΥΡΟ - Π. ΘΕΜΙΣΤΟΚΛΗ

'Ο ΑΓΙΟΣ ΣΠΥΡΙΔΩΝ ΚΕΡΚΥΡΑΣ ' ΝΤΟΚΙΜΑΝΤΕΡ

ΨΑΛΤΙΚΕΣ ΠΕΡΙΗΓΗΣΕΙΣ 30 - Θεοχάρης Σαφιολέας για Άγιο Πορφύριο - Μέρος Α΄

ΟΙ ΠΑΡΑΒΟΛΕΣ ΤΟΥ ΧΡΙΣΤΟΥ

Απολυτίκιο Αγ. Σπυρίδωνος Επισκόπου Τριμυθούντος του Θαυματουργού - 12 Δ...

Απολυτίκιο Αγ. Σπυρίδωνος Επισκόπου Τριμυθούντος του Θαυματουργού - 12 ΔΕΚΕΜΒΡΙΟΥ
( Απολυτίκιο - Άγιος Σπυρίδων ο Θαυματουργός, επίσκοπος Τριμυθούντος Κύπρου) Για Download http://soundcloud.com/byzantine-music... Βυζαντινή μουσική Ψάλλει ο αρχ. π. Νικόδημος Καβαρνός - Kabarnos ισοκρατούν π. Ιωάννης Μπούτσης, π. Λάμπρος Κεφαλληνός, Γεώργιος Σάββας, Γρηγόρης Χατζηλυμπέρης, Νικόλαος Καββαδίας, Κωνσταντίνος Σκαρμούτσος, Θωμάς Καραγεώργος, Καβαρνός Εμμανουήλ. μονταζ - επεξεργασία: Θωμάς Καραγεώργος. Kείμενα: Lee... Μεταφράσεις: Κωνσταντίνος Βασιλάκης Άγιος Σπυρίδων. Επίσκοπος Τριμυθούντος Κύπρου (40ς αι.) ο Θαυματουργός, ο Προστάτης Κερκύρας, όπου φυλάσσεται το σκήνωμά του. 'Ελαβε μέρος στην Α' Οικ. Σύνοδο και είναι άπειρα τα θαύματα που έχει επιτελέσει. St. Spyridon the Wonderworker, Bishop of Trimythus in Cyprus (4thc.). He is the Patron Saint of Corfu island in Greece where his relics are treasured. He was present in the 1st Ecumenical Council. His miracles are thousands. Ἀπολυτίκιον Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος. Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς θεοφόρε, Σπυρίδων Πατὴρ ἡμῶν· διὸ νεκρᾷ σὺ ἐν τάφῳ προσφωνεῖς, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες, καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργούντάς σοι Ἱερώτατε. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πᾶσιν ἰάματα.

ΘΑ ΗΘΕΛΕΣ ΝΑ ΕΧΕΙΣ ΕΥΕΡΓΕΤΗ ΣΟΥ ΤΟ ΔΙΑΒΟΛΟ; - Π ΙΓΝΑΤΙΟΥ

ΘΑ ΗΘΕΛΕΣ ΝΑ ΕΧΕΙΣ ΕΥΕΡΓΕΤΗ ΣΟΥ ΤΟ ΔΙΑΒΟΛΟ; - Π ΙΓΝΑΤΙΟΥ https://photomihalis.blogspot.gr/2017/12/blog-post_310.html#links Θα μπορούσα να προσθέσω πολλά ρήματα ακόμη στη φωτογραφία που η αγάπη του Θεού φωνάζει στις καρδιές μας αλλά πιστεύω αυτά φτάνουν...άλλωστε δεν υπηρχε και χώρος... Η Αγάπη του Θεού μας περιέχει...Κάθε ενέργεια του Θεού είναι αγάπη...μια αγάπη άπειρη...είναι παντού...πάντοτε και τα γεμίζει και δίνει νόημα σε ολα !!!!Και ..κανείς ποτέ δε μας αγάπησε όπως Εκείνος που μας δημιούργησε !!!!


PSALM 02 ΨΑΛΜΟΣ Β' [Ο'] [SEPTUAGINT] [AUDIO TEXT]

mihalis thalassis‏ @MountAtho_Bible
📘☦️ Αγία Γραφή Ψαλμός 2
https://photomihalis.blogspot.gr/…/psalm-02-septuagint-audi… …
ΙΝΑΤΙ ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; 2 παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. (διάψαλμα). 3 Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν καὶ ἀποῤῥίψωμεν ἀφ᾿ ἡμῶν τὸν ζυγὸν αὐτῶν. 4 ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. 5 τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. 6 ᾿Εγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾿ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ 7 διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Κύριος εἶπε πρός με· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. 8 αἴτησαι παρ᾿ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. 9 ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. 10 καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν. 11 δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. 12 δράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας. 13 ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ, μακάριοι πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτῷ.

PSALM 34 ΨΑΛΜΟΣ ΛΔ' [Ο'] [SEPTUAGINT] [AUDIO TEXT]

📘☦️ Αγία Γραφή Ψαλμός Δαυΐδ 34
https://photomihalis.blogspot.gr/2017/12/psalm-34-septuagint-audio-text.html …
Τῷ Δαυΐδ.
ΔΙΚΑΣΟΝ, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με. 2 ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου, 3 ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με· εἶπον τῇ ψυχῇ μου· Σωτηρία σού εἰμι ἐγώ. 4 αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου, ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά. 5 γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτούς· 6 γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ ἄγγελος Κυρίου καταδιώκων αὐτούς· 7 ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχήν μου. 8 ἐλθέτω αὐτῷ παγίς, ἣν οὐ γινώσκει, καὶ ἡ θήρα, ἣν ἔκρυψε, συλλαβέτω αὐτόν, καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ. 9 ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυρίῳ, τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ. 10 πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, τίς ὅμοιός σοι; ρυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν. 11 ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον, ἐπηρώτων με. 12 ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. 13 ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. 14 ὡς πλησίον, ὡς ἀδελφῷ ἡμετέρῳ οὕτως εὐηρέστουν· ὡς πενθῶν καὶ σκυθρωπάζων, οὕτως ἐταπεινούμην. 15 καὶ κατ᾿ ἐμοῦ εὐφράνθησαν καὶ συνήχθησαν, συνήχθησαν ἐπ᾿ ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων, διεσχίσθησαν καὶ οὐ κατενύγησαν. 16 ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμῷ, ἔβρυξαν ἐπ’ ἐμὲ τοὺς ὀδόντας αὐτῶν. 17 Κύριε, πότε ἐπόψῃ; ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ λεόντων τὴν μονογενῆ μου. 18 ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε. 19 μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως, οἱ μισοῦντες με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς. 20 ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν καὶ ἐπ᾿ ὀργὴν δόλους διελογίζοντο. 21 καὶ ἐπλάτυναν ἐπ᾿ ἐμὲ τὸ στόμα αὐτῶν, εἶπαν· εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν. 22 εἶδες, Κύριε, μὴ παρασιωπήσῃς, Κύριε, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ· 23 ἐξεγέρθητι, Κύριε, καὶ πρόσχες τῇ κρίσει μου, ὁ Θεός μου καὶ ὁ Κύριός μου, εἰς τὴν δίκην μου. 24 κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην σου, Κύριε ὁ Θεός μου, καὶ μὴ ἐπιχαρείησάν μοι. 25 μὴ εἴποισαν ἐν καρδίαις αὐτῶν· εὖγε, εὖγε τῇ ψυχῇ ἡμῶν· μηδὲ εἴποιεν· Κατεπίομεν αὐτόν. 26 αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου, ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλοῤῥημονοῦντες ἐπ᾿ ἐμέ. 27 ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν οἱ θέλοντες τὴν δικαιοσύνην μου καὶ εἰπάτωσαν διαπαντός· μεγαλυνθήτω ὁ Κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ. 28 καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.

PSALM 33 ΨΑΛΜΟΣ ΛΓ' [Ο'] [SEPTUAGINT] [AUDIO TEXT]

mihalis thalassis‏ @MountAtho_Bible
📘☦️ Αγία Γραφή Ψαλμός Δαυΐδ 33
https://photomihalis.blogspot.gr/…/psalm-33-septuagint-audi…
🙏☦️ Τῷ Δαυΐδ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον
᾿Αβιμέλεχ, καὶ ἀπέλυσεν αὐτόν, καὶ ἀπῆλθεν.
2 ΕΥΛΟΓΗΣΩ τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. 3 ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου· ἀκουσάτωσαν πρᾳεῖς, καὶ εὐφρανθήτωσαν. 4 μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. 5 ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με. 6 προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. 7 οὗτος ὁ πτωχὸς ἐκέκραξε καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν. 8 παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς. 9 γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπ᾿ αὐτόν. 10 φοβήθητε τὸν Κύριον πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. 11 πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. (διάψαλμα). 12 δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς. 13 τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; 14 παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. 15 ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν. 16 ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. 17 πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. 18 ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς. 19 ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. 20 πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος· 21 φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. 22 θάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσι. 23 λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπ᾿ αὐτόν.

Psalm 33 I will bless the Lord- Ψαλμός 33 Ευλογήσω Τον Κύριον