addthis

Σάββατο 16 Δεκεμβρίου 2017

Psalm 113


Psalm 112 (113) -Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου, ᾿Αλληλούϊα. -Eἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος, ᾿Αλληλούϊα. -᾿Απὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα Κυρίου, ᾿Αλληλούϊα. -ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ, ᾿Αλληλούϊα. -Tίς ὡς Κύριος ὁ Θεὸς ἡμῶν; ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ᾿Αλληλούϊα. -ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα, ᾿Αλληλούϊα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου