addthis

Πέμπτη 9 Μαΐου 2019

ΠΑΝΤΩΝ ΠΡΟΣΤΑΤΕΥΕΙΣ ΑΓΑΘΗ!

ΠΑΝΤΩΝ ΠΡΟΣΤΑΤΕΥΕΙΣ ΑΓΑΘΗ! Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρί, ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅθεν σοι προσπίπτομεν, Ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους σου. Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν μὲ ὑπὸ τὴν σκέπην σου. Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν. Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν ἁγίων καί τῆς Θεοτόκου, τήν σήν εἰρήνην δός ἡμῖν, καί ἐλέησον ἡμᾶς ὡς μόνος οἰκτίρμων.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου