addthis

Τετάρτη 12 Απριλίου 2017

Ακάθιστος Ύμνος - Ωδή ζ' - Stamos

Ακάθιστος Ύμνος - Ωδή ζ'... Ψάλλει ο π. Γεώργιος Στάμος, Πρωτοπρεσβύτερος της Ιεράς Μητροπόλεως Θεσσαλιώτιδος και Φαναριοφερσάλων, με τον αδελφό του Άρη Στάμο, Πρωτοψάλτη του Ιερού Ναού Αγίου Αθανασίου Θεσσαλονίκης. Συμμετέχει ο Θωμάς Βλάχος. μονταζ - επεξεργασία: Θωμάς Καραγεώργος. Kείμενα: Θωμάς Καραγεώργος. ᾨδὴ ζ' Ἦχος δ' Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Υπεραγία Θεοτόκε, σώσον ημάς. Ἀνυμνοῦμέν σε, βοῶντες· Χαῖρε ὄχημα, Ἡλίου τοῦ νοητοῦ, ἄμπελος ἀληθινή, τὸν βότρυν τὸν πέπειρον, ἡ γεωργήσασα, οἶνον στάζοντα, τὸν τὰς ψυχὰς εὐφραίνοντα, τῶν πιστῶς σε δοξαζόντων. Υπεραγία Θεοτόκε, σώσον ημάς. Ἰατῆρα, τῶν ἀνθρώπων ἡ κυήσασα χαῖρε Θεόνυμφε, ἡ ῥάβδος ἡ μυστική, ἄνθος τὸ ἀμάραντον, ἡ ἐξανθήσασα, χαῖρε Δέσποινα, δι' ἧς χαρὰς πληρούμεθα, καὶ ζωὴν κληρονομοῦμεν. Υπεραγία Θεοτόκε, σώσον ημάς. Ῥητορεύουσα, οὐ σθένει γλῶσσα Δέσποινα, ὑμνολογῆσαί σε· ὑπὲρ γὰρ τὰ Σεραφείμ, ὑψώθης κυήσασα, τὸν Βασιλέα Χριστόν, ὃν ἱκέτευε, πάσης νῦν βλάβης ῥύσασθαι, τοὺς πιστῶς σε προσκυνοῦντας. Δόξα Πατρί... Εὐφημεῖ σε, μακαρίζοντα τὰ πέρατα, καὶ ἀνακράζει σοι· Χαῖρε ὁ τόμος ἐν ᾧ, δακτύλῳ ἐγγέγραπται, Πατρὸς ὁ Λόγος Ἁγνή, ὃν ἱκέτευε, βίβλῳ ζωῆς τους δούλους σου, καταγράψαι Θεοτόκε. Καὶ νῦν... Ἱκετεύομεν οἱ δοῦλοί σου καὶ κλίνομεν, γόνυ καρδίας ἡμῶν. Κλῖνον τὸ οὖς σου Ἁγνή, καὶ σῶσον τοὺς θλίψεσι, βυθιζόμενους ἡμᾶς, καὶ συντήρησον, πάσης ἐχθρῶν ἁλώσεως, τὴν σὴν Πόλιν Θεοτόκε. Κατηγορία Μουσική Άδεια Τυπική άδεια YouTube

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου